2 Kings 19

1καὶ ἐγένετο ὡς ἤκουσεν βασιλεὺς Εζεκιας, καὶ διέρρηξεν τὰ ἱμάτια ἑαυτοῦ καὶ περιεβάλετο σάκκον καὶ εἰσῆλθεν εἰς οἶκον κυρίου. 2καὶ ἀπέστειλεν Ελιακιμ τὸν οἰκονόμον καὶ Σομναν τὸν γραμματέα καὶ τοὺς πρεσβυτέρους τῶν ἱερέων περιβεβλημένους σάκκους πρὸς Ησαιαν τὸν προφήτην υἱὸν Αμως, 3καὶ εἶπον πρὸς αὐτόν Τάδε λέγει Εζεκιας ἡμέρα θλίψεως καὶ ἐλεγμοῦ καὶ παροργισμοῦ Ἡμέρα αὕτη, ὅτι ἦλθον υἱοὶ ἕως ὠδίνων, καὶ ἰσχὺς οὐκ ἔστιν τῇ τικτούσῃ· 4εἴ πως εἰσακούσεται κύριος θεός σου, πάντας τοὺς λόγους Ραψακου, ὃν ἀπέστειλεν αὐτὸν βασιλεὺς Ἀσσυρίων κύριος αὐτοῦ ὀνειδίζειν θεὸν ζῶντα καὶ βλασφημεῖν ἐν λόγοις, οἷς ἤκουσεν κύριος θεός σου καὶ λήμψῃ προσευχὴν περὶ τοῦ λείμματος τοῦ εὑρισκομένου. 5καὶ ἦλθον οἱ παῖδες τοῦ βασιλέως Εζεκιου πρὸς Ησαιαν, 6καὶ εἶπεν αὐτοῖς Ησαιας Τάδε ἐρεῖτε πρὸς τὸν κύριον ὑμῶν Τάδε λέγει κύριος Μὴ φοβηθῇς ἀπὸ τῶν λόγων, ὧν ἤκουσας, ὧν ἐβλασφήμησαν τὰ παιδάρια βασιλέως Ἀσσυρίων· 7ἰδοὺ ἐγὼ δίδωμι ἐν αὐτῷ πνεῦμα, καὶ ἀκούσεται ἀγγελίαν καὶ ἀποστραφήσεται εἰς τὴν γῆν αὐτοῦ, καὶ καταβαλῶ αὐτὸν ἐν ῥομφαίᾳ ἐν τῇ γῇ αὐτοῦ. 8καὶ ἐπέστρεψεν Ραψακης Καὶ εὗρεν τὸν βασιλέα Ἀσσυρίων πολεμοῦντα ἐπὶ Λομνα, ὅτι ἤκουσεν ὅτι ἀπῆρεν ἀπὸ Λαχις· 9καὶ ἤκουσεν περὶ Θαρακα βασιλέως Αἰθιόπων λέγων Ἰδοὺ ἐξῆλθεν πολεμεῖν μετὰ σοῦ. καὶ ἐπέστρεψεν καὶ ἀπέστειλεν ἀγγέλους πρὸς Εζεκιαν λέγων 10μὴ ἐπαιρέτω σε θεός σου, ἐφ' σὺ πέποιθας ἐπ' αὐτῷ λέγων Οὐ Μὴ παραδοθῇ Ιερουσαλημ εἰς χεῖρας βασιλέως Ἀσσυρίων. 11ἰδοὺ σὺ ἤκουσας πάντα, ὅσα ἐποίησαν βασιλεῖς Ἀσσυρίων πάσαις ταῖς γαῖς τοῦ ἀναθεματίσαι αὐτάς· καὶ σὺ ῥυσθήσῃ; 12μὴ ἐξείλαντο αὐτοὺς οἱ θεοὶ τῶν ἐθνῶν, οὓς διέφθειραν οἱ πατέρες μου, τήν τε Γωζαν καὶ τὴν Χαρραν καὶ Ραφες καὶ υἱοὺς Εδεμ τοὺς ἐν Θαεσθεν; 13ποῦ ἐστιν βασιλεὺς Αιμαθ καὶ βασιλεὺς Αρφαδ; καὶ ποῦ ἐστιν Σεπφαρουαιν, Ανα καὶ Αυα; 14καὶ ἔλαβεν Εζεκιας τὰ βιβλία ἐκ χειρὸς τῶν ἀγγέλων καὶ ἀνέγνω αὐτά· καὶ ἀνέβη εἰς οἶκον κυρίου καὶ ἀνέπτυξεν αὐτὰ εζεκιας ἐναντίον κυρίου 15καὶ εἶπεν Κύριε θεὸς Ισραηλ καθήμενος ἐπὶ τῶν χερουβιν, σὺ εἶ θεὸς μόνος ἐν πάσαις ταῖς βασιλείαις τῆς γῆς, σὺ ἐποίησας τὸν οὐρανὸν καὶ τὴν γῆν. 16κλῖνον, κύριε, τὸ οὖς σου καὶ ἄκουσον· ἄνοιξον, κύριε, τοὺς ὀφθαλμούς σου καὶ ἰδὲ καὶ ἄκουσον τοὺς λόγους Σενναχηριμ, οὓς ἀπέστειλεν ὀνειδίζειν θεὸν ζῶντα. 17ὅτι ἀληθείᾳ, κύριε, ἠρήμωσαν βασιλεῖς Ἀσσυρίων τὰ ἔθνη 18καὶ ἔδωκαν τοὺς θεοὺς αὐτῶν εἰς τὸ πῦρ, ὅτι οὐ θεοί εἰσιν, ἀλλ' ἔργα χειρῶν ἀνθρώπων, ξύλα καὶ λίθοι, καὶ ἀπώλεσαν αὐτούς. 19καὶ νῦν, κύριε θεὸς ἡμῶν, σῶσον ἡμᾶς ἐκ χειρὸς αὐτοῦ, καὶ γνώσονται πᾶσαι αἱ βασιλεῖαι τῆς γῆς ὅτι σὺ κύριος θεὸς μόνος. 20Καὶ ἀπέστειλεν Ησαιας υἱὸς Αμως πρὸς Εζεκιαν λέγων Τάδε λέγει κύριος θεὸς τῶν δυνάμεων θεὸς Ισραηλ προσηύξω πρός με περὶ Σενναχηριμ βασιλέως Ἀσσυρίων, ἤκουσα. 21οὗτος λόγος, ὃν ἐλάλησεν κύριος ἐπ' αὐτόν Ἐξουδένησέν σε καὶ ἐμυκτήρισέν σε παρθένος θυγάτηρ Σιων, ἐπὶ σοὶ κεφαλὴν αὐτῆς ἐκίνησεν θυγάτηρ Ιερουσαλημ. 22τίνα ὠνείδισας καὶ ἐβλασφήμησας; καὶ ἐπὶ τίνα ὕψωσας φωνήν; καὶ ἦρας εἰς ὕψος τοὺς ὀφθαλμούς σου εἰς τὸν ἅγιον τοῦ Ισραηλ. 23ἐν χειρὶ ἀγγέλων σου ὠνείδισας κύριον καὶ εἶπας Ἐν τῷ πλήθει τῶν ἁρμάτων μου ἐγὼ ἀναβήσομαι εἰς ὕψος ὀρέων, μηροὺς τοῦ Λιβάνου, καὶ ἔκοψα τὸ μέγεθος τῆς κέδρου αὐτοῦ, τὰ ἐκλεκτὰ κυπαρίσσων αὐτοῦ, καὶ ἦλθον εἰς μελον τέλους αὐτοῦ, δρυμοῦ Καρμήλου αὐτοῦ. 24ἐγὼ ἔψυξα καὶ ἔπιον ὕδατα ἀλλότρια καὶ ἐξηρήμωσα τῷ ἴχνει τοῦ ποδός μου πάντας ποταμοὺς περιοχῆς. 25ἔπλασα αὐτήν, νῦν ἤγαγον αὐτήν, καὶ ἐγενήθη εἰς ἐπάρσεις ἀποικεσιῶν μαχίμων, πόλεις ὀχυράς. 26καὶ οἱ ἐνοικοῦντες ἐν αὐταῖς ἠσθένησαν τῇ χειρί, ἔπτηξαν καὶ κατῃσχύνθησαν, ἐγένοντο χόρτος ἀγροῦ χλωρὰ βοτάνη, χλόη δωμάτων καὶ πάτημα ἀπέναντι ἑστηκότος. 27καὶ τὴν καθέδραν σου καὶ τὴν ἔξοδόν σου καὶ τὴν εἴσοδόν σου ἔγνων καὶ τὸν θυμόν σου ἐπ' ἐμέ. 28διὰ τὸ ὀργισθῆναί σε ἐπ' ἐμὲ καὶ τὸ στρῆνός σου ἀνέβη ἐν τοῖς ὠσίν μου καὶ θήσω τὰ ἄγκιστρά μου ἐν τοῖς μυκτῆρσίν σου καὶ χαλινὸν ἐν τοῖς χείλεσίν σου καὶ ἀποστρέψω σε ἐν τῇ ὁδῷ, ἦλθες ἐν αὐτῇ. 29καὶ τοῦτό σοι τὸ σημεῖον· φάγῃ τοῦτον τὸν ἐνιαυτὸν αὐτόματα καὶ τῷ ἔτει τῷ δευτέρῳ τὰ ἀνατέλλοντα· καὶ ἔτι τρίτῳ σπορὰ καὶ ἄμητος καὶ φυτεία ἀμπελώνων, καὶ φάγεσθε τὸν καρπὸν αὐτῶν. 30καὶ προσθήσει τὸ διασεσῳσμένον οἴκου Ιουδα τὸ ὑπολειφθὲν ῥίζαν κάτω καὶ ποιήσει καρπὸν ἄνω. 31ὅτι ἐξ Ιερουσαλημ ἐξελεύσεται κατάλειμμα καὶ ἀνασῳζόμενος ἐξ ὄρους Σιων· ζῆλος κυρίου τῶν δυνάμεων ποιήσει τοῦτο. 32οὐχ οὕτως· τάδε λέγει κύριος πρὸς βασιλέα Ἀσσυρίων Οὐκ εἰσελεύσεται εἰς τὴν πόλιν ταύτην καὶ οὐ τοξεύσει ἐκεῖ βέλος, καὶ οὐ προφθάσει αὐτὴν θυρεός, καὶ οὐ μὴ ἐκχέῃ πρὸς αὐτὴν πρόσχωμα· 33τῇ ὁδῷ, ἦλθεν, ἐν αὐτῇ ἀποστραφήσεται καὶ εἰς τὴν πόλιν ταύτην οὐκ εἰσελεύσεται, λέγει κύριος. 34καὶ ὑπερασπιῶ ὑπὲρ τῆς πόλεως ταύτης δι' ἐμὲ καὶ διὰ Δαυιδ τὸν δοῦλόν μου. 35καὶ ἐγένετο ἕως νυκτὸς καὶ ἐξῆλθεν ἄγγελος κυρίου καὶ ἐπάταξεν ἐν τῇ παρεμβολῇ τῶν Ἀσσυρίων ἑκατὸν ὀγδοήκοντα πέντε χιλιάδας· καὶ ὤρθρισαν τὸ πρωί, Καὶ ἰδοὺ πάντες σώματα νεκρά. 36καὶ ἀπῆρεν καὶ ἐπορεύθη καὶ ἀπέστρεψεν Σενναχηριμ βασιλεὺς Ἀσσυρίων καὶ ᾤκησεν ἐν Νινευη. 37καὶ ἐγένετο αὐτοῦ προσκυνοῦντος ἐν οἴκῳ Νεσεραχ θεοῦ αὐτοῦ καὶ Αδραμελεχ καὶ Σαρασαρ οἱ υἱοὶ αὐτοῦ ἐπάταξαν αὐτὸν ἐν μαχαίρᾳ, καὶ αὐτοὶ ἐσώθησαν εἰς γῆν Αραρατ· καὶ ἐβασίλευσεν Ασορδαν υἱὸς αὐτοῦ ἀντ αὐτοῦ.
Copyright information for LXX